Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.63 Joseph. AJ 20.69 (English) >>Joseph. AJ 20.75

20.67τήν τε γὰρ τιάραν ὀρθὴν ἐπέτρεψεν αὐτῷ φορεῖν καὶ ἐπὶ κλίνης χρυσῆς καθεύδειν, ἅπερ μόνων ἐστὶ γέρα καὶ σημεῖα τῶν Πάρθων βασιλέων. 20.68ἔδωκεν δὲ καὶ χώραν πολλὴν αὐτῷ κἀγαθὴν τοῦ τῶν Ἀρμενίων βασιλέως ἀποτεμόμενος, Νίσιβις δέ ἐστιν ὄνομα τῇ γῇ, καὶ ἐν αὐτῇ πρότερον Μακεδόνες ἐκτίσαντο πόλιν Ἀντιόχειαν, ἣν Ἐπιμυγδονίαν προσηγόρευσαν. ταύταις μὲν δὴ ταῖς τιμαῖς Ἰζάτης ὑπὸ τοῦ τῶν Πάρθων βασιλέως ἐτιμήθη. 20.69

Μετʼ οὐ πολὺν δὲ χρόνον Ἀρταβάνης τελευτᾷ τὴν βασιλείαν τῷ παιδὶ Οὐαρδάνῃ καταλιπών. οὗτος δὴ πρὸς τὸν Ἰζάτην ἀφικόμενος ἔπειθεν αὐτὸν μέλλων πρὸς Ῥωμαίους πόλεμον ἐκφέρειν συστρατεύεσθαι καὶ συμμαχίαν ἑτοιμάζειν. 20.70οὐ μὴν ἔπειθεν· γὰρ Ἰζάτης τὴν Ῥωμαίων δύναμίν τε καὶ τύχην ἐπιστάμενος ἀδυνάτοις αὐτὸν ἐνόμιζεν ἐπιχειρεῖν. 20.71ἔτι τε πεπομφὼς πέντε μὲν τὸν ἀριθμὸν υἱοὺς τὴν ἡλικίαν νέους γλῶτταν τὴν παρʼ ἡμῖν πάτριον καὶ παιδείαν ἀκριβῶς μαθησομένους, τὴν δὲ μητέρα προσκυνήσουσαν τὸ ἱερόν, ὡς προεῖπον, ὀκνηρότερος ἦν καὶ τὸν Οὐαρδάνην ἐκώλυεν συνεχῶς διηγούμενος τὰς Ῥωμαίων δυνάμεις τε καὶ πράξεις, διὰ τούτων οἰόμενος αὐτὸν φοβήσειν καὶ παύσειν ἐπιθυμοῦντα τῆς ἐπʼ αὐτοὺς στρατείας. 20.72παροξυνθεὶς δʼ ἐπὶ τούτοις Πάρθος πόλεμον εὐθὺς πρὸς Ἰζάτην κατήγγειλεν. οὐ μὴν ἔλαβεν οὐδὲ τῆς ἐπὶ τούτῳ στρατείας ὄνησιν τοῦ θεοῦ τὰς ἐλπίδας αὐτοῦ πάσας ὑποτεμόντος·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.63 Joseph. AJ 20.69 (English) >>Joseph. AJ 20.75

Powered by PhiloLogic